(θυμίαμα μάνναν)
Εξ αυτού οι άνθρωποι σε καλούν με την επωνυμίαν ανακτά Πάνα θεόν με δύο κέρατα, πού αφίνεις τα σφυρίγματα των ανέμων και γι αυτό κρατείς την σφραγίδα, που δίδει τον τύπον εις όλον τον κοσμον (πού διαπλάσσει όλον τον κοσμον) άκουσε με μακάριε, και σώσε τους μεμυημένους με την ικετευτικήν φωνήν (που σε ικετεύουν).
Ἐλθέ,
μάκαρ, Παιάν, Τιτυοκτόνε, Φοῖβε, Λυκωρεῦ, Μεμφῖτ᾽, ἀγλαότιμε, ἰήιε,
ὀλβιοδῶτα, χρυσολύρη, σπερμεῖε, ἀρότριε, Πύθιε, Τιτάν, Γρύνειε, Σμινθεῦ,
Πυθοκτόνε, Δελφικέ, μάντι, ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε
κοῦρε, † μουσαγέτα, χοροποιέ, ἑκηβόλε, τοξοβέλεμνε, Βράγχιε καὶ Διδυμεῦ,
† ἑκάεργε, Λοξία, ἁγνέ, Δήλι᾽ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα,
χρυσοκόμα, καθαρὰς φήμας χρησμούς τ᾽ ἀναφαίνων· κλῦθί μου εὐχομένου λαῶν
ὕπερ εὔφρονι θυμῶι· τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα
γαῖαν δ᾽ ὀλβιόμοιρον ὕπερθέ τε καὶ δι᾽ ἀμολγοῦ, νυκτὸς ἐν ἡσυχίαισιν ὑπ᾽
ἀστεροόμματον ὄρφνην ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου
παντός· σοὶ δ᾽ ἀρχή τε τελευτή τ᾽ ἐστὶ μέλουσα, παντοθαλής, σὺ δὲ πάντα
πόλον κιθάρηι πολυκρέκτωι ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων,
ἄλλοτε δ᾽ αὖθ᾽ ὑπάτης, ποτὲ Δώριον εἰς διάκοσμον πάντα πόλον κιρνὰς
κρίνεις βιοθρέμμονα φῦλα, ἁρμονίηι κεράσας {τὴν} παγκόσμιον ἀνδράσι
μοῖραν, μίξας χειμῶνος θέρεός τ᾽ ἴσον ἀμφοτέροισιν, ταῖς ὑπάταις
χειμῶνα, θέρος νεάταις διακρίνας, Δώριον εἰς ἔαρος πολυηράτου ὥριον
ἄνθος. ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλήιζουσιν ἄνακτα, Πᾶνα, θεὸν
δικέρωτ᾽, ἀνέμων συρίγμαθ᾽ ἱέντα· οὕνεκα παντὸς ἔχεις κόσμου σφραγῖδα
τυπῶτιν. κλῦθι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῆι.
http://skretas.wordpress.com/2014/01/12/%CE%BF%CF%81%CF%86%CE%B9%CE%BA%CF%8C%CF%82-%CF%8D%CE%BC%CE%BD%CE%BF%CF%82-%CE%B1%CF%80%CF%8C%CE%BB%CE%BB%CF%89%CE%BD%CE%BF%CF%82/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου